Athenaze 7α

  1. ἐπεὶ δὲ περαίνει τὸν μῦθον ἡ Μυρρίνη, ἡ Μέλιττα, "ὡς καλός ἐστιν ὁ μῦθος," φησίν.
  2. "λέγε ἡμῖν ἄλλον τινὰ μῦθον, ὦ μῆτερ."
  3. ἡ δὲ Μυρρίνη, "οὐδαμῶς," φησίν·
  4. "νῦν γὰρ ἐν νῷ ἔχω τὸ δεῖπνον παρασκευάζειν."
  5. ἡ μὲν οὖν Μέλιττα δακρύει,
  6. ὁ δὲ Φίλιππος, "μὴ δάκρυε, ὦ Μέλιττα," φησίν·
  7. "ἐγὼ γὰρ ἐθέλω σοι μῦθον καλὸν λέγειν περὶ ἀνδρὸς πολυτρόπου, ὀνόματι Ὀδυσσέως.
  8. ὁ γὰρ Ὀδυσσεὺς ἐπὶ τὴν Τροίαν πλεῖ μετὰ τοῦ τ' Ἀγαμέμνονος καὶ τῶν Ἀχαιῶν.
  9. δέκα μὲν οὖν ἔτη περὶ Τροίαν μάχονται,
  10. τέλος δὲ τὴν πόλιν αἱροῦσιν.
  11. ὁ οὖν Ὀδυσσεὺς τοὺς ἑταίρους κελεύει εἰς τὰς ναῦς εἰσβαίνειν,
  12. καὶ ἀπὸ τῆς Τροίας οἴκαδε ἀποπλέουσιν.
  13. ἐν δὲ τῇ ὁδῷ πολλὰ καὶ δεινὰ πάσχουσιν.
  14. πολλάκις μὲν γὰρ χειμῶνας ὑπέχουσιν,
  15. πολλάκις δὲ εἰς ἄλλους κινδύνους μεγίστους ἐμπίπτουσιν.
  16. πλέουσί ποτε εἰς νῆσόν τινα μικράν,
  17. ἐκβαίνουσι δὲ ἐκ τῶν νεῶν καὶ δεῖπνον ποιοῦσιν ἐν τῷ αἰγιαλῷ.
  18. ἔστι δὲ ἐγγὺς ἄλλη νῆσος·
  19. καπνὸν ὁρῶσι καὶ φθόγγον ἀκούουσι προβάτων τε καὶ αἰγῶν,
  20. τῇ οὖν ὑστεραίᾳ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους κελεύει εἰς τὴν ναῦν εἰσβαίνειν.
  21. βούλεται γὰρ εἰς τὴν νῆσον πλεῖν καὶ γιγνώσκειν τίνες ἐκεῖ οἰκοῦσιν.
  22. δι' ὀλίγου οὖν ἀφικνοῦνται εἰς τὴν νῆσον.
  23. ἐγγὺς τῆς θαλάττης ἄντρον μέγα ὁρῶσι καὶ πολλά τε πρόβατα καὶ πολλὰς αἶγας.
  24. ὁ οὖν Ὀδυσσεὺς τοῖς ἑταίροις, "ὑμεῖς μέν," φησίν, "πρὸς τῇ νηὶ μένετε.
  25. ἐγὼ δὲ ἐν νῷ ἔχω εἰς τὸ ἄντρον εἰσιέναι."
  26. δώδεκα οὖν τῶν ἑταίρων κελεύει ἑαυτῷ ἕπεσθαι.
  27. οἱ δὲ ἄλλοι πρὸς τῇ νηὶ μένουσιν.
  28. ἐπεὶ δὲ εἰς τὸ ἄντρον ἀφικνοῦνται, οὐδένα ἄνθρωπον εὑρίσκουσιν ἔνδον.
  29. οἱ οὖν ἑταῖροι, "ὦ Ὀδυσσεῦ," φασίν, "οὐδεὶς ἄνθρωπός ἐστιν ἔνδον.
  30. ἔλαυνε οὖν τά τε πρόβατα καὶ τὰς αἶγας πρὸς τὴν ναῦν καὶ ἀπόπλει ὡς τάχιστα.
  31. ὁ δ' Ὀδυσσεὺς οὐκ ἐθέλει τοῦτο ποιεῖν·
  32. βούλεται γὰρ γιγνώσκειν τίς ἐν τῷ ἄντρῳ οἰκεῖ.
  33. οἱ δὲ ἑταῖροι μάλα φοβοῦνται·
  34. ὅμως δὲ τῷ Ὀδυσσεῖ πείθονται καὶ μένουσιν ἐν τῷ ἄντρῳ."